Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.1 Dem. 24.4 (English) >>Dem. 24.7

24.2τὴν γὰρ ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες περὶ πάντων φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν τουτουὶ νόμος, οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ (πῶς γάρ; ὅς γε, δοκεῖ συνέχειν τὴν πολιτείαν, τὰ δικαστήρια, ταῦτʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων τῶν ἐπὶ τοῖς ἀδικήμασιν ἐκ τῶν νόμων ὡρισμένων), ἀλλʼ ἵνα τῶν πολὺν χρόνον ὑμᾶς τινες ἐκκεκαρπωμένων καὶ πολλὰ τῶν ὑμετέρων διηρπακότων μηδʼ κλέπτοντες φανερῶς ἐλήφθησαν καταθῶσιν. 24.3καὶ τοσούτῳ ῥᾷόν ἐστʼ ἰδίᾳ τινὰς θεραπεύειν τῶν ὑμετέρων δικαίων προΐστασθαι, ὥσθʼ οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον, ἐμοὶ δʼ ἐν χιλίαις ὑπὲρ ὑμῶν κίνδυνος· τοσοῦτʼ ἀπέχω τοῦ λαβεῖν τι παρʼ ὑμῶν. 24.4εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθʼ ὑμῖν σπουδαιότατʼ ἐστὶν καὶ μάλιστʼ ἄξιον προσέχειν τούτοις, ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους. ἐγὼ δʼ, εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται, νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν. 24.5τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν, οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτʼ ἐστίν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.1 Dem. 24.4 (English) >>Dem. 24.7

Powered by PhiloLogic